Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.185 Joseph. AJ 20.191 (English) >>Joseph. AJ 20.196

20.188πέμπει δὲ Φῆστος δύναμιν ἱππικήν τε καὶ πεζικὴν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος ἀνθρώπου γόητος σωτηρίαν αὐτοῖς ἐπαγγελλομένου καὶ παῦλαν κακῶν, εἰ βουληθεῖεν ἕπεσθαι μέχρι τῆς ἐρημίας αὐτῷ, καὶ αὐτόν τε ἐκεῖνον τὸν ἀπατήσαντα καὶ τοὺς ἀκολουθήσαντας διέφθειραν οἱ πεμφθέντες. 20.189

Κατὰ δὲ τὸν καιρὸν τοῦτον βασιλεὺς Ἀγρίππας ᾠκοδομήσατο μεγέθει διαφέρον οἴκημα ἐν τῷ βασιλείῳ ἐν Ἱεροσολύμοις πλησίον τοῦ ξυστοῦ. 20.190τὸ δὲ βασίλειον ἐγεγόνει πάλαι ὑπὸ τῶν Ἀσαμωναίου παίδων, ἐφʼ ὑψηλοῦ δὲ τόπου κείμενον τοῖς κατοπτεύειν ἀπʼ αὐτοῦ βουλομένοις τὴν πόλιν ἐπιτερπεστάτην παρεῖχεν τὴν θέαν, ἧς ἐφιέμενος βασιλεὺς ἐκεῖθεν ἀφεώρα κατακείμενος τὰ κατὰ τὸ ἱερὸν πρασσόμενα. 20.191ταῦτα δὲ θεασάμενοι τῶν Ἱεροσολυμιτῶν οἱ προύχοντες δεινῶς ἐχαλέπαινον· οὐ γὰρ ἦν πάτριον τὰ κατὰ τὸ ἱερὸν δρώμενα κατοπτεύεσθαι καὶ μάλιστα τὰς ἱερουργίας. τοῖχον οὖν ἐγείρουσιν ἐπὶ τῆς ἐξέδρας ὑψηλόν, ἥτις ἦν ἐν τῷ ἔσωθεν ἱερῷ τετραμμένη πρὸς δύσιν. 20.192οὐ μόνον δὲ τοῦ βασιλικοῦ τρικλίνου τὴν ἄποψιν οὗτος οἰκοδομηθεὶς ἀπετέμνετο, ἀλλὰ καὶ τῆς δυτικῆς στοᾶς τῆς κατὰ τὸ ἔξωθεν ἱερὸν οὔσης, ἔνθα τὰς φυλακὰς οἱ Ῥωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. 20.193ἐπὶ τούτοις ἠγανάκτησεν τε βασιλεὺς Ἀγρίππας, μάλιστα δὲ Φῆστος ἔπαρχος, καὶ προσέταξεν αὐτοῖς καθελεῖν. οἱ δὲ παρεκάλεσαν ἐξουσίαν αὐτοῖς δοῦναι πρεσβεῦσαι περὶ τούτου πρὸς Νέρωνα· ζῆν γὰρ οὐχ ὑπομένειν καθαιρεθέντος τινὸς μέρους τοῦ ἱεροῦ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.185 Joseph. AJ 20.191 (English) >>Joseph. AJ 20.196

Powered by PhiloLogic